Seba.Health

Luke 7:9–16

Jesus to none · divine
Luke 7:9–16
ἀκούσας δὲ ταῦτα Ἰησοῦς ἐθαύμασεν αὐτόν καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν λέγω ὑμῖν οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον καὶ ὑποστρέψαντες εἰς τὸν οἶκον οἱ πεμφθέντες εὗρον τὸν δοῦλον ὑγιαίνοντα Καὶ ἐγένετο ἐν τῇ ἑξῆς ἐπορεύθη εἰς πόλιν καλουμένην Ναΐν καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ καὶ ὄχλος πολύς ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς μονογενὴς υἱὸς τῇ μητρὶ αὐτοῦ καὶ αὐτὴ ἦν χήρα καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ καὶ ἰδὼν αὐτὴν κύριος ἐσπλαγχνίσθη ἐπ’ αὐτὴν καὶ εἶπεν αὐτῇ μὴ κλαῖε καὶ προσελθὼν ἥψατο τῆς σοροῦ οἱ δὲ βαστάζοντες ἔστησαν καὶ εἶπεν νεανίσκε σοὶ λέγω ἐγέρθητι καὶ ἀνεκάθισεν νεκρὸς καὶ ἤρξατο λαλεῖν καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ ἔλαβεν δὲ φόβος ἅπαντας καὶ ἐδόξαζον τὸν θεὸν λέγοντες ὅτι προφήτης μέγας ἠγέρθη ἐν ἡμῖν καὶ ὅτι ἐπεσκέψατο θεὸς τὸν λαὸν αὐτοῦ
Read in context →