Seba.Health

Luke 6:9–16

Jesus to none · divine
Luke 6:9–16
εἶπεν δὲ Ἰησοῦς πρὸς αὐτούς ἐπερωτῶ ὑμᾶς εἰ ἔξεστιν τῷ σαββάτῳ ἀγαθοποιῆσαι κακοποιῆσαι ψυχὴν σῶσαι ἀπολέσαι καὶ περιβλεψάμενος πάντας αὐτοὺς εἶπεν αὐτῷ ἔκτεινον τὴν χεῖρά σου δὲ ἐποίησεν καὶ ἀπεκατεστάθη χεὶρ αὐτοῦ αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας καὶ διελάλουν πρὸς ἀλλήλους τί ἂν ποιήσαιεν τῷ Ἰησοῦ Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις ἐξελθεῖν αὐτὸν εἰς τὸ ὄρος προσεύξασθαι καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ θεοῦ καὶ ὅτε ἐγένετο ἡμέρα προσεφώνησεν τοὺς μαθητὰς αὐτοῦ καὶ ἐκλεξάμενος ἀπ’ αὐτῶν δώδεκα οὓς καὶ ἀποστόλους ὠνόμασεν Σίμωνα ὃν καὶ ὠνόμασεν Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ καὶ Ἰάκωβον καὶ Ἰωάννην καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Μαθθαῖον καὶ Θωμᾶν καὶ Ἰάκωβον Ἀλφαίου καὶ Σίμωνα τὸν καλούμενον ζηλωτήν καὶ Ἰούδαν Ἰακώβου καὶ Ἰούδαν Ἰσκαριώθ ὃς ἐγένετο προδότης
Read in context →