Luke 5:1–8
Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ καὶ ἀκούειν τὸν λόγον τοῦ θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρέτ
καὶ ἴδεν δύο πλοιάρια ἑστῶτα παρὰ τὴν λίμνην οἱ δὲ ἁλεεῖς ἀπ’ αὐτῶν ἀποβάντες ἔπλυναν τὰ δίκτυα
ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων ὃ ἦν Σίμωνος ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον καθίσας δὲ ἐν τῷ πλοίῳ ἐδίδασκεν τοὺς ὄχλους
ὡς δὲ ἐπαύσατο λαλῶν εἶπεν πρὸς τὸν Σίμωνα ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν
καὶ ἀποκριθεὶς Σίμων εἶπεν ἐπιστάτα δι’ ὅλης νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὰ δίκτυα
καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ διερρήσσετο δὲ τὰ δίκτυα αὐτῶν
καὶ κατένευσαν τοῖς μετόχοις ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς καὶ ἦλθαν καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα ὥστε βυθίζεσθαι αὐτά
ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσεν τοῖς γόνασιν Ἰησοῦ λέγων ἔξελθε ἀπ’ ἐμοῦ ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι κύριε