Seba.Health

Luke 4:25–32

Luke 4:25–32
ἐπ’ ἀληθείας δὲ λέγω ὑμῖν ὅτι πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἡλείου ἐν τῷ Ἰσραήλ ὅτε ἐκλείσθη οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἡλείας εἰ μὴ εἰς Σάρεπτα τῆς Σιδωνίας πρὸς γυναῖκα χήραν καὶ πολλοὶ λεπροὶ ἦσαν ἐν τῷ Ἰσραὴλ ἐπὶ Ἐλισαίου τοῦ προφήτου καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη εἰ μὴ Ναιμὰν Σύρος καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους ἐφ’ οὗ πόλις ᾠκοδόμητο αὐτῶν ὥστε κατακρημνίσαι αὐτόν αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο Καὶ κατῆλθεν εἰς Καφαρναοὺμ πόλιν τῆς Γαλιλαίας καὶ ἦν διδάσκων αὐτοὺς ἐν τοῖς σάββασιν καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ ὅτι ἐν ἐξουσίᾳ ἦν λόγος αὐτοῦ
Read in context →