Luke 23:50–56
Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι Ἰωσὴφ βουλευτὴς ὑπάρχων καὶ ἀνὴρ ἀγαθὸς καὶ δίκαιος
οὗτος οὐκ ἦν συνκατατιθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν ἀπὸ Ἀριμαθαίας πόλεως τῶν Ἰουδαίων ὃς προσεδέχετο τὴν βασιλείαν τοῦ θεοῦ
οὗτος προσελθὼν τῷ Πειλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ
καὶ καθελὼν ἐνετύλιξεν αὐτὸ σινδόνι καὶ ἔθηκεν αὐτὸν ἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν οὐδεὶς οὐδέπω κείμενος
καὶ ἡμέρα ἦν παρασκευῆς καὶ σάββατον ἐπέφωσκεν
Κατακολουθήσασαι δὲ γυναῖκες αἵτινες ἦσαν συνεληλυθυῖαι ἐκ τῆς Γαλιλαίας αὐτῷ ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ
ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν