Seba.Health

Luke 23:34–41

Jesus to none · divine
Luke 23:34–41
δὲ Ἰησοῦς ἔλεγεν πάτερ ἄφες αὐτοῖς οὐ γὰρ οἴδασιν τί ποιοῦσιν διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον κλήρους καὶ εἱστήκει λαὸς θεωρῶν ἐξεμυκτήριζον δὲ οἱ ἄρχοντες λέγοντες ἄλλους ἔσωσεν σωσάτω ἑαυτόν εἰ οὗτός ἐστιν Χριστὸς τοῦ θεοῦ ἐκλεκτός ἐνέπαιξαν δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι ὄξος προσφέροντες αὐτῷ καὶ λέγοντες εἰ σὺ εἶ βασιλεὺς τῶν Ἰουδαίων σῶσον σεαυτόν ἦν δὲ καὶ ἐπιγραφὴ ἐπ’ αὐτῷ βασιλεὺς τῶν Ἰουδαίων οὗτος Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτόν οὐχὶ σὺ εἶ Χριστός σῶσον σεαυτὸν καὶ ἡμᾶς ἀποκριθεὶς δὲ ἕτερος ἐπιτιμῶν αὐτῷ ἔφη οὐδὲ φοβῇ σὺ τὸν θεόν ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ καὶ ἡμεῖς μὲν δικαίως ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν
Read in context →