Luke 22:9–16
οἱ δὲ εἶπαν αὐτῷ ποῦ θέλεις ἑτοιμάσωμεν
ὁ δὲ εἶπεν αὐτοῖς ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν εἰς ἣν εἰσπορεύεται
καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας λέγει σοι ὁ διδάσκαλος ποῦ ἔστιν τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω
καὶ ἐκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον ἐκεῖ ἑτοιμάσατε
ἀπελθόντες δὲ εὗρον καθὼς εἰρήκει αὐτοῖς καὶ ἡτοίμασαν τὸ πάσχα
Καὶ ὅτε ἐγένετο ἡ ὥρα ἀνέπεσεν καὶ οἱ ἀπόστολοι σὺν αὐτῷ
καὶ εἶπεν πρὸς αὐτούς ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν
λέγω γὰρ ὑμῖν ὅτι οὐκέτι οὐ μὴ φάγω αὐτὸ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ