Seba.Health

Luke 22:49–56

Jesus to none · divine
Luke 22:49–56
ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον εἶπαν κύριε εἰ πατάξομεν ἐν μαχαίρῃ καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν τοῦ ἀρχιερέως τὸν δοῦλον καὶ ἀφεῖλεν τὸ οὖς αὐτοῦ τὸ δεξιόν ἀποκριθεὶς δὲ Ἰησοῦς εἶπεν ἐᾶτε ἕως τούτου καὶ ἁψάμενος τοῦ ὠτίου ἰάσατο αὐτόν εἶπεν δὲ Ἰησοῦς πρὸς τοὺς παραγενομένους πρὸς αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους ὡς ἐπὶ λῃστὴν ἐξεληλύθατε μετὰ μαχαιρῶν καὶ ξύλων καθ’ ἡμέραν ὄντος μου μεθ’ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ’ ἐμέ ἀλλ’ αὕτη ἐστὶν ὑμῶν ὥρα καὶ ἐξουσία τοῦ σκότους συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ εἰσήγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως δὲ Πέτρος ἠκολούθει μακρόθεν περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ συνκαθισάντων ἐκάθητο Πέτρος μέσος αὐτῶν ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν καὶ οὗτος σὺν αὐτῷ ἦν
Read in context →