Seba.Health

Luke 22:1–8

Luke 22:1–8
Ἤγγιζεν δὲ ἑορτὴ τῶν ἀζύμων λεγομένη πάσχα καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν ἐφοβοῦντο γὰρ τὸν λαόν Εἰσῆλθεν δὲ σατανᾶς εἰς Ἰούδαν τὸν καλούμενον Ἰσκαριώτην ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς τὸ πῶς αὐτοῖς παραδῷ αὐτόν καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι καὶ ἐξωμολόγησεν καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν ἄτερ ὄχλου αὐτοῖς Ἦλθεν δὲ ἡμέρα τῶν ἀζύμων ἐν ἔδει θύεσθαι τὸ πάσχα καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην εἰπών πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν
Read in context →