Seba.Health

Luke 19:17–24

Luke 19:17–24
καὶ εἶπεν αὐτῷ εὖγε ἀγαθὲ δοῦλε ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων καὶ ἦλθεν δεύτερος λέγων μνᾶ σου κύριε ἐποίησεν πέντε μνᾶς εἶπεν δὲ καὶ τούτῳ καὶ σὺ ἐπάνω γίνου πέντε πόλεων καὶ ἕτερος ἦλθεν λέγων κύριε ἰδοὺ μνᾶ σου ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ ἐφοβούμην γάρ σε ὅτι ἄνθρωπος αὐστηρὸς εἶ αἴρεις οὐκ ἔθηκας καὶ θερίζεις οὐκ ἔσπειρας λέγει αὐτῷ ἐκ τοῦ στόματός σου κρίνω σε πονηρὲ δοῦλε ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι αἴρων οὐκ ἔθηκα καὶ θερίζων οὐκ ἔσπειρα καὶ διά τί οὐκ ἔδωκάς μου τὸ ἀργύριον ἐπὶ τράπεζαν καὶ ἐγώ ἐλθὼν σὺν τόκῳ ἂν αὐτὸ ἔπραξα καὶ τοῖς παρεστῶσιν εἶπεν ἄρατε ἀπ’ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι
Read in context →