Seba.Health

Luke 19:1–8

Jesus to none · divine
Luke 19:1–8
Καὶ εἰσελθὼν διήρχετο τὴν Ἱερειχώ καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος καὶ αὐτὸς ἦν ἀρχιτελώνης καὶ ἦν πλούσιος καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν καὶ προδραμὼν εἰς τὸ ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν ἵνα ἴδῃ αὐτόν ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον ἀναβλέψας Ἰησοῦς εἶπεν πρὸς αὐτόν Ζακχαῖε σπεύσας κατάβηθι σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι καὶ σπεύσας κατέβη καὶ ὑπεδέξατο αὐτὸν χαίρων καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον ἰδοὺ τὰ ἡμίσειά μου τῶν ὑπαρχόντων κύριε τοῖς πτωχοῖς δίδωμι καὶ εἴ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλοῦν
Read in context →