Seba.Health

Luke 13:25–32

Luke 13:25–32
ἀφ’ οὗ ἂν ἐγερθῇ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες κύριε ἄνοιξον ἡμῖν καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ τότε ἄρξεσθε λέγειν ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας καὶ ἐρεῖ λέγω ὑμῖν οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ ἀπόστητε ἀπ’ ἐμοῦ πάντες ἐργάται ἀδικίας ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων ὅταν ὄψεσθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ Βορρᾶ καὶ νότου καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ καὶ ἰδοὺ εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι καὶ εἰσὶν πρῶτοι οἳ ἔσονται ἔσχατοι Ἐν αὐτῇ τῇ ὥρᾳ προσῆλθάν τινες Φαρισαῖοι λέγοντες αὐτῷ ἔξελθε καὶ πορεύου ἐντεῦθεν ὅτι Ἡρώδης θέλει σε ἀποκτεῖναι καὶ εἶπεν αὐτοῖς πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ ἰδοὺ ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἀποτελῶ σήμερον καὶ αὔριον καὶ τῇ τρίτῃ τελειοῦμαι
Read in context →