Seba.Health

Luke 1:17–24

Luke 1:17–24
καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἡλεία ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων ἑτοιμάσαι κυρίῳ λαὸν κατεσκευασμένον καὶ εἶπεν Ζαχαρίας πρὸς τὸν ἄγγελον κατὰ τί γνώσομαι τοῦτο ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς καὶ ἀποκριθεὶς ἄγγελος εἶπεν αὐτῷ ἐγώ εἰμι Γαβριὴλ παρεστηκὼς ἐνώπιον τοῦ θεοῦ καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ καὶ εὐαγγελίσασθαί σοι ταῦτα καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα ἀνθ’ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν καὶ ἦν λαὸς προσδοκῶν τὸν Ζαχαρίαν καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν αὐτὸν ἐν τῷ ναῷ ἐξελθὼν δὲ οὐκ ἐδύνατο λαλῆσαι αὐτοῖς καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς καὶ διέμενεν κωφός καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν Ἐλισάβετ γυνὴ αὐτοῦ καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε λέγουσα
Read in context →