Seba.Health

John 9:9–16

Jesus to none · divine
John 9:9–16
ἄλλοι ἔλεγον ὅτι οὗτός ἐστιν ἄλλοι ἔλεγον οὐχί ἀλλὰ ὅμοιος αὐτῷ ἐστιν ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι ἔλεγον οὖν αὐτῷ πῶς οὖν ἠνεῴχθησάν σου οἱ ὀφθαλμοί ἀπεκρίθη ἐκεῖνος ἄνθρωπος λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέν μοι ὅτι ὕπαγε εἰς τὸν Σιλωὰμ καὶ νίψαι ἀπελθὼν οὖν καὶ νιψάμενος ἀνέβλεψα εἶπαν αὐτῷ ποῦ ἔστιν ἐκεῖνος λέγει οὐκ οἶδα Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους τόν ποτε τυφλόν ἦν δὲ σάββατον ἐν ἡμέρᾳ τὸν πηλὸν ἐποίησεν Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν δὲ εἶπεν αὐτοῖς πηλὸν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμούς καὶ ἐνιψάμην καὶ βλέπω ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές οὐκ ἔστιν οὗτος παρὰ θεοῦ ἄνθρωπος ὅτι τὸ σάββατον οὐ τηρεῖ ἄλλοι ἔλεγον πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν καὶ σχίσμα ἦν ἐν αὐτοῖς
Read in context →