Jesus to none · divine
John 8:9–16
οἱ δὲ ἀκούσαντες καὶ ὑπὸ τῆς συνειδήσεως ἐλεγχόμενοι ἐξήρχοντο εἷς καθ’ εἷς ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων ἕως τῶν ἐσχάτων καὶ κατελείφθη μόνος ὁ Ἰησοῦς καὶ ἡ γυνὴ ἐν μέσῳ ἑστῶσα
ἀνακύψας δὲ ὁ Ἰησοῦς καὶ μηδένα θεασάμενος πλὴν τῆς γυναικός εἶπεν αὐτῇ ἡ γυνή ποῦ εἰσίν ἐκεῖνοι οἱ κατήγοροί σου οὐδείς σε κατέκρινεν
ἡ δὲ εἶπεν οὐδείς κύριε εἶπε δὲ αὐτῇ ὁ Ἰησοῦς οὐδὲ ἐγώ σε κατακρίνω πορεύου καὶ μηκέτι ἁμάρτανε
Πάλιν οὖν αὐτοῖς ἐλάλησεν ὁ Ἰησοῦς λέγων ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς
εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι σὺ περὶ σεαυτοῦ μαρτυρεῖς ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής
ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς καὶ ἄν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ ἀληθής ἐστιν ἡ μαρτυρία μου ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω ὑμεῖς οὐκ οἴδατε πόθεν ἔρχομαι ἢ ποῦ ὑπάγω
ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε ἐγὼ οὐ κρίνω οὐδένα
καὶ ἐὰν κρίνω δὲ ἐγώ ἡ κρίσις ἡ ἐμὴ ἀληθινή ἐστιν ὅτι μόνος οὐκ εἰμί ἀλλ’ ἐγὼ καὶ ὁ πέμψας με