Jesus to none · divine
John 8:1–8
Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν ἐλαιῶν
ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν καὶ πᾶς ὁ λαὸς ἤρχετο πρὸς αὐτόν καὶ καθίσας ἐδίδασκεν αὐτούς
ἄγουσι δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι πρὸς αὐτὸν γυναῖκα ἐν μοιχείᾳ κατειλημμένην καὶ στήσαντες αὐτὴν ἐν μέσῳ
λέγουσιν αὐτῷ διδάσκαλε αὕτη ἡ γυνὴ κατειλήφθη ἐπαυτοφώρῳ μοιχευομένη
ἐν δὲ τῷ νόμῳ Μωϋσῆς ἡμῖν ἐνετείλατο τὰς τοιαύτας λιθοβολεῖσθαι σὺ οὖν τί λέγεις
τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν ἵνα ἔχωσι κατηγορεῖν αὐτοῦ ὁ δὲ Ἰησοῦς κάτω κύψας τῷ δακτύλῳ ἔγραφεν εἰς τὴν γῆν
ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν ἀνακύψας εἶπε πρὸς αὐτούς ὁ ἀναμάρτητος ὑμῶν πρῶτος τὸν λίθον ἐπ’ αὐτὴν βαλέτω
καὶ πάλιν κάτω κύψας ἔγραφεν εἰς τὴν γῆν