Seba.Health

John 7:9–16

Jesus to none · divine
John 7:9–16
ταῦτα εἰπὼν αὐτὸς ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ εἰς τὴν ἑορτήν τότε καὶ αὐτὸς ἀνέβη οὐ φανερῶς ἀλλ’ ἐν κρυπτῷ οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον ποῦ ἐστιν ἐκεῖνος καὶ γογγυσμὸς ἦν περὶ αὐτοῦ πολὺς ἐν τῷ ὄχλῳ οἱ μὲν ἔλεγον ὅτι ἀγαθός ἐστιν ἄλλοι ἔλεγον οὔ ἀλλὰ πλανᾷ τὸν ὄχλον οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης ἀνέβη Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν ἐθαύμαζον οὖν οἱ Ἰουδαῖοι λέγοντες πῶς οὗτος γράμματα οἶδεν μὴ μεμαθηκώς ἀπεκρίθη οὖν αὐτοῖς Ἰησοῦς καὶ εἶπεν ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ τοῦ πέμψαντός με
Read in context →