John 7:49–53
ἀλλὰ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπάρατοί εἰσίν
λέγει Νικόδημος πρὸς αὐτούς εἷς ὢν ἐξ αὐτῶν
μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃ πρῶτον παρ’ αὐτοῦ καὶ γνῷ τί ποιεῖ
ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ ἐραύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγείρεται
καὶ ἐπορεύθη ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ