John 7:41–48
ἄλλοι ἔλεγον οὗτός ἐστιν ὁ Χριστός ἄλλοι ἔλεγον μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται
οὐχ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυεὶδ καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης ὅπου ἦν Δαυείδ ὁ Χριστὸς ἔρχεται
σχίσμα οὖν ἐγένετο ἐν τῷ ὄχλῳ δι’ αὐτόν
τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν ἀλλ’ οὐδεὶς ἔβαλεν ἐπ’ αὐτὸν τὰς χεῖρας
Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους καὶ εἶπον αὐτοῖς ἐκεῖνοι διά τί οὐκ ἠγάγετε αὐτόν
ἀπεκρίθησαν οἱ ὑπηρέται οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος ὡς οὗτος λαλεῖ ὁ ἄνθρωπος
ἀπεκρίθησαν αὐτοῖς οἱ Φαρισαῖοι μὴ καὶ ὑμεῖς πεπλάνησθε
μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων