Jesus to none · divine
John 7:25–32
Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμειτῶν οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι
καὶ ἴδε παρρησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῷ λέγουσιν μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ὁ Χριστός
ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν ὁ δὲ Χριστὸς ὅταν ἔρχηται οὐδεὶς γινώσκει πόθεν ἐστίν
ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων καὶ ἐμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί καὶ ἀπ’ ἐμαυτοῦ οὐκ ἐλήλυθα ἀλλ’ ἔστιν ἀληθινὸς ὁ πέμψας με ὃν ὑμεῖς οὐκ οἴδατε
ἐγὼ οἶδα αὐτόν ὅτι παρ’ αὐτοῦ εἰμι καὶ ἐκεῖνος με ἀπέσταλκεν
ἐζήτουν οὖν αὐτὸν πιάσαι καὶ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὴν χεῖρα ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ
Πολλοὶ δὲ ἐπίστευσαν ἐκ τοῦ ὄχλου εἰς αὐτόν καὶ ἔλεγον ὁ Χριστὸς ὅταν ἔλθῃ μὴ πλείονα σημεῖα ποιήσει ὧν οὗτος ποιεῖ
ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα καὶ ἀπέστειλαν ὑπηρέτας οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἵνα πιάσωσιν αὐτόν