Seba.Health

John 6:9–16

Jesus to none · divine
John 6:9–16
ἔστιν παιδάριον ὧδε ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους εἶπεν Ἰησοῦς ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ ἀνέπεσαν οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν ὡς πεντακισχίλιοι ἔλαβεν οὖν τοὺς ἄρτους Ἰησοῦς καὶ εὐχαρίστησεν καὶ ἔδωκεν τοῖς ἀνακειμένοις ὁμοίως καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον ὡς δὲ ἐνεπλήσθησαν λέγει τοῖς μαθηταῖς αὐτοῦ συναγάγετε τὰ περισσεύσαντα κλάσματα ἵνα μή τι ἀπόληται συνήγαγον οὖν καὶ ἐγέμισαν δώδεκα κοφίνους κλασμάτων ἐκ τῶν πέντε ἄρτων τῶν κριθίνων ἐπερίσσευσαν τοῖς βεβρωκόσιν Οἱ οὖν ἄνθρωποι ἰδόντες ἐποίησεν σημεῖον ἔλεγον ὅτι οὗτός ἐστιν ἀληθῶς προφήτης εἰς τὸν κόσμον ἐρχόμενος Ἰησοῦς οὖν γνοὺς ὅτι μέλλουσιν ἔρχεσθαι καὶ ἁρπάζειν αὐτὸν ἵνα ποιήσωσιν βασιλέα φεύγει πάλιν εἰς τὸ ὄρος αὐτὸς μόνος Ὡς δὲ ὀψία ἐγένετο κατέβησαν οἱ μαθηταὶ αὐτοῦ ἐπὶ τὴν θάλασσαν
Read in context →