Jesus to none · divine
John 6:57–64
καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ καὶ ἐγώ ζῶ διὰ τὸν πατέρα καὶ ὁ τρώγων με καὶ ἐκεῖνος ζήσει δι’ ἐμέ
οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ καταβάς οὐ καθὼς ἔφαγον οἱ πατέρες καὶ ἀπέθανον ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσει εἰς τὸν αἰῶνα
ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καφαρναούμ
Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπον σκληρός ἐστιν ὁ λόγος οὗτος τίς δύναται αὐτοῦ ἀκούειν
εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσιν περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ εἶπεν αὐτοῖς τοῦτο ὑμᾶς σκανδαλίζει
ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον
τὸ πνεῦμά ἐστιν τὸ ζῳοποιοῦν ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν
ἀλλ’ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν ᾔδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν