Jesus to none · divine
John 5:10–17
ἔλεγον οὖν οἱ Ἰουδαῖοι τῷ τεθεραπευμένῳ σάββατόν ἐστιν καὶ οὐκ ἔξεστίν σοι ἆραι τὸν κράβαττόν
ἀπεκρίθη αὐτοῖς ὁ ποιήσας με ὑγιῆ ἐκεῖνός μοι εἶπεν ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει
ἠρώτησαν αὐτόν τίς ἐστιν ὁ ἄνθρωπος ὁ εἰπών σοι ἆρον καὶ περιπάτει
ὁ δὲ ἀσθενῶν οὐκ ᾔδει τίς ἐστιν ὁ γὰρ Ἰησοῦς ἐξένευσεν ὄχλου ὄντος ἐν τῷ τόπῳ
μετὰ ταῦτα εὑρίσκει αὐτὸν ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ καὶ εἶπεν αὐτῷ ἴδε ὑγιὴς γέγονας μηκέτι ἁμάρτανε ἵνα μὴ χεῖρόν σοί τι γένηται
ἀπῆλθεν ὁ ἄνθρωπος καὶ εἶπεν τοῖς Ἰουδαίοις ὅτι Ἰησοῦς ἐστιν ὁ ποιήσας αὐτὸν ὑγιῆ
καὶ διὰ τοῦτο ἐδίωκον οἱ Ἰουδαῖοι τὸν Ἰησοῦν ὅτι ταῦτα ἐποίει ἐν σαββάτῳ
ὁ δὲ ἀπεκρίνατο αὐτοῖς ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται καὶ ἐγώ ἐργάζομαι