Seba.Health

John 4:33–40

Jesus to none · divine
John 4:33–40
ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους μή τις ἤνεγκεν αὐτῷ φαγεῖν λέγει αὐτοῖς Ἰησοῦς ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός ἐστιν καὶ θερισμὸς ἔρχεται ἰδοὺ λέγω ὑμῖν ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας ὅτι λευκαί εἰσίν πρὸς θερισμόν ἤδη θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον ἵνα καὶ σπείρων ὁμοῦ χαίρῃ καὶ θερίζων ἐν γὰρ τούτῳ λόγος ἐστὶν ἀληθινός ὅτι ἄλλος ἐστὶν σπείρων καὶ ἄλλος θερίζων ἐγὼ ἀπέσταλκα ὑμᾶς θερίζειν οὐχ ὑμεῖς κεκοπιάκατε ἄλλοι κεκοπιάκασιν καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαριτῶν διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης ὅτι εἶπέν μοι πάντα ἐποίησα ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρῖται ἠρώτων αὐτὸν μεῖναι παρ’ αὐτοῖς καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας
Read in context →