Seba.Health

John 20:9–16

John 20:9–16
οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι ἀπῆλθον οὖν πάλιν πρὸς αὐτοὺς οἱ μαθηταί Μαρὶαμ δὲ εἱστήκει πρὸς τῷ μνημείῳ ἔξω κλαίουσα ὡς οὖν ἔκλαιεν παρέκυψεν εἰς τὸ μνημεῖον καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ λέγουσιν αὐτῇ ἐκεῖνοι γύναι τί κλαίεις λέγει αὐτοῖς ὅτι ἦραν τὸν κύριόν μου καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστιν λέγει αὐτῇ Ἰησοῦς γύναι τί κλαίεις τίνα ζητεῖς ἐκείνη δοκοῦσα ὅτι κηπουρός ἐστιν λέγει αὐτῷ κύριε εἰ σὺ ἐβάστασας αὐτόν εἰπέ μοι ποῦ ἔθηκας αὐτόν καὶ ἐγώ αὐτὸν ἀρῶ λέγει αὐτῇ Ἰησοῦς Μαριάμ στραφεῖσα ἐκείνη λέγει αὐτῷ Ἑβραϊστί Ῥαββουνί λέγεται διδάσκαλε
Read in context →