Seba.Health

John 19:25–32

Jesus to none · divine
John 19:25–32
εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ μήτηρ αὐτοῦ καὶ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ Μαρίαμ τοῦ Κλωπᾶ καὶ Μαρίαμ Μαγδαληνή Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα καὶ τὸν μαθητὴν παρεστῶτα ὃν ἠγάπα λέγει τῇ μητρί γύναι ἴδε υἱός σου εἶτα λέγει τῷ μαθητῇ ἴδε μήτηρ σου καὶ ἀπ’ ἐκείνης τῆς ὥρας ἔλαβεν αὐτὴν μαθητὴς εἰς τὰ ἴδια Μετὰ τοῦτο εἰδὼς Ἰησοῦς ὅτι ἤδη πάντα τετέλεσται ἵνα τελειωθῇ γραφή λέγει διψῶ σκεῦος ἔκειτο ὄξους μεστόν σπόγγον οὖν μεστὸν ὄξους ὑσσώπῳ περιθέντες προσήνεγκαν αὐτοῦ τῷ στόματι ὅτε οὖν ἔλαβεν τὸ ὄξος εἶπεν τετέλεσται καὶ κλίνας τὴν κεφαλὴν παρέδωκεν τὸ πνεῦμα Οἱ οὖν Ἰουδαῖοι ἐπεὶ παρασκευὴ ἦν ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώματα ἐν τῷ σαββάτῳ ἦν γὰρ μεγάλη ἡμέρα ἐκείνου τοῦ σαββάτου ἠρώτησαν τὸν Πειλᾶτον ἵνα κατεαγῶσιν αὐτῶν τὰ σκέλη καὶ ἀρθῶσιν ἦλθον οὖν οἱ στρατιῶται καὶ τοῦ μὲν πρώτου κατέαξαν τὰ σκέλη καὶ τοῦ ἄλλου τοῦ συνσταυρωθέντος αὐτῷ
Read in context →