Seba.Health

John 18:25–32

John 18:25–32
Ἦν δὲ Σίμων Πέτρος ἑστὼς καὶ θερμαινόμενος εἶπον οὖν αὐτῷ μὴ καὶ σὺ ἐκ τῶν μαθητῶν αὐτοῦ εἶ ἠρνήσατο ἐκεῖνος καὶ εἶπεν οὐκ εἰμί λέγει εἷς ἐκ τῶν δούλων τοῦ ἀρχιερέως συγγενὴς ὢν οὗ ἀπέκοψεν Πέτρος τὸ ὠτίον οὐκ ἐγώ σε εἶδον ἐν τῷ κήπῳ μετ’ αὐτοῦ πάλιν οὖν ἠρνήσατο Πέτρος καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν Ἄγουσιν οὖν τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα εἰς τὸ πραιτώριον ἦν δὲ πρωΐ καὶ αὐτοὶ οὐκ εἰσῆλθον εἰς τὸ πραιτώριον ἵνα μὴ μιανθῶσιν ἀλλὰ φάγωσιν τὸ πάσχα ἐξῆλθεν οὖν Πειλᾶτος ἔξω πρὸς αὐτοὺς καὶ φησίν τίνα κατηγορίαν φέρετε τοῦ ἀνθρώπου τούτου ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ εἰ μὴ ἦν οὗτος κακὸν ποιῶν οὐκ ἄν σοι παρεδώκαμεν αὐτόν εἶπεν οὖν αὐτοῖς Πειλᾶτος λάβετε αὐτὸν ὑμεῖς καὶ κατὰ τὸν νόμον ὑμῶν κρίνατε εἶπον οὖν αὐτῷ οἱ Ἰουδαῖοι ἡμῖν οὐκ ἔξεστιν ἀποκτεῖναι οὐδένα ἵνα λόγος τοῦ Ἰησοῦ πληρωθῇ ὃν εἶπεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν
Read in context →