Jesus to none · divine
John 18:1–8
Ταῦτα εἰπὼν Ἰησοῦς ἐξῆλθεν σὺν τοῖς μαθηταῖς αὐτοῦ πέραν τοῦ χειμάρρου τοῦ κέδρου ὅπου ἦν κῆπος εἰς ὃν εἰσῆλθεν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ
ᾔδει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν τὸν τόπον ὅτι πολλάκις συνήχθη Ἰησοῦς ἐκεῖ μετὰ τῶν μαθητῶν αὐτοῦ
ὁ οὖν Ἰούδας λαβὼν τὴν σπεῖραν καὶ ἐκ τῶν ἀρχιερέων καὶ ἐκ τῶν Φαρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων καὶ ὅπλων
Ἰησοῦς οὖν εἰδὼς πάντα τὰ ἐρχόμενα ἐπ’ αὐτὸν ἐξῆλθεν καὶ λέγει αὐτοῖς τίνα ζητεῖτε
ἀπεκρίθησαν αὐτῷ Ἰησοῦν τὸν Ναζωραῖον λέγει αὐτοῖς Ἰησοῦς ἐγώ εἰμι εἱστήκει δὲ καὶ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν μετ’ αὐτῶν
ὡς οὖν εἶπεν αὐτοῖς ἐγώ εἰμι ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί
πάλιν οὖν αὐτούς ἐπηρώτησεν τίνα ζητεῖτε οἱ δὲ εἶπον Ἰησοῦν τὸν Ναζωραῖον
ἀπεκρίθη Ἰησοῦς εἶπον ὑμῖν ὅτι ἐγώ εἰμι εἰ οὖν ἐμὲ ζητεῖτε ἄφετε τούτους ὑπάγειν