John 17:17–24
ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν
καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον καὶ ἐγώ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον
καὶ ὑπὲρ αὐτῶν ἁγιάζω ἐμαυτόν ἵνα ὦσιν καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ
Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ
ἵνα πάντες ἓν ὦσιν καθὼς σύ πατὴρ ἐν ἐμοὶ καὶ ἐγώ ἐν σοί ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ὦσιν ἵνα ὁ κόσμος πιστεύῃ ὅτι σύ με ἀπέστειλας
καὶ ἐγώ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν
ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί ἵνα ὦσιν τετελειωμένοι εἰς ἕν ἵνα γινώσκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας
πατήρ ὃ δέδωκάς μοι θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ καὶ ἐκεῖνοι ὦσιν μετ’ ἐμοῦ ἵνα θεωρῶσιν τὴν δόξαν τὴν ἐμήν ἣν δέδωκάς μοι ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου