Seba.Health

John 11:9–16

Jesus to none · divine
John 11:9–16
ἀπεκρίθη Ἰησοῦς οὐχὶ δώδεκα ὧραί εἰσίν τῆς ἡμέρας ἐάν τις περιπατῇ ἐν τῇ ἡμέρᾳ οὐ προσκόπτει ὅτι τὸ φῶς τοῦ κόσμου τούτου βλέπει ἐὰν δέ τις περιπατῇ ἐν τῇ νυκτί προσκόπτει ὅτι τὸ φῶς οὐκ ἔστιν ἐν αὐτῷ ταῦτα εἶπεν καὶ μετὰ τοῦτο λέγει αὐτοῖς Λάζαρος φίλος ἡμῶν κεκοίμηται ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν εἶπον οὖν αὐτῷ οἱ μαθηταὶ κύριε εἰ κεκοίμηται σωθήσεται εἰρήκει δὲ Ἰησοῦς περὶ τοῦ θανάτου αὐτοῦ ἐκεῖνοι δὲ ἔδοξαν ὅτι περὶ τῆς κοιμήσεως τοῦ ὕπνου λέγει τότε οὖν εἶπεν αὐτοῖς Ἰησοῦς παρρησίᾳ Λάζαρος ἀπέθανεν καὶ χαίρω δι’ ὑμᾶς ἵνα πιστεύσητε ὅτι οὐκ ἤμην ἐκεῖ ἀλλὰ ἄγωμεν πρὸς αὐτόν εἶπεν οὖν Θωμᾶς λεγόμενος Δίδυμος τοῖς συνμαθηταῖς ἄγωμεν καὶ ἡμεῖς ἵνα ἀποθάνωμεν μετ’ αὐτοῦ
Read in context →