Seba.Health

John 11:33–40

Jesus to none · divine
John 11:33–40
Ἰησοῦς οὖν ὡς εἶδεν αὐτὴν κλαίουσαν καὶ τοὺς συνελθόντας αὐτῇ Ἰουδαίους κλαίοντας ἐνεβριμήσατο τῷ πνεύματι καὶ ἐτάραξεν ἑαυτόν καὶ εἶπεν ποῦ τεθείκατε αὐτόν λέγουσιν αὐτῷ κύριε ἔρχου καὶ ἴδε ἐδάκρυσεν Ἰησοῦς ἔλεγον οὖν οἱ Ἰουδαῖοι ἴδε πῶς ἐφίλει αὐτόν τινὲς δὲ ἐξ αὐτῶν εἶπον οὐκ ἐδύνατο οὗτος ἀνοίξας τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ ποιῆσαι ἵνα καὶ οὗτος μὴ ἀποθάνῃ Ἰησοῦς οὖν πάλιν ἐμβριμώμενος ἐν ἑαυτῷ ἔρχεται εἰς τὸ μνημεῖον ἦν δὲ σπήλαιον καὶ λίθος ἐπέκειτο ἐπ’ αὐτῷ λέγει Ἰησοῦς ἄρατε τὸν λίθον λέγει αὐτῷ ἀδελφὴ τοῦ τετελευτηκότος Μάρθα κύριε ἤδη ὄζει τεταρταῖος γάρ ἐστιν λέγει αὐτῇ Ἰησοῦς οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς ὄψῃ τὴν δόξαν τοῦ θεοῦ
Read in context →