Seba.Health

John 10:33–40

Jesus to none · divine
John 10:33–40
ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε ἀλλὰ περὶ βλασφημίας καὶ ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν ἀπεκρίθη αὐτοῖς Ἰησοῦς οὐκ ἔστιν γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν ὅτι ἐγὼ εἶπα θεοί ἐστε εἰ ἐκείνους εἶπεν θεούς πρὸς οὓς λόγος ἐγένετο τοῦ θεοῦ καὶ οὐ δύναται λυθῆναι γραφή ὃν πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι βλασφημεῖς ὅτι εἶπον υἱὸς θεοῦ εἰμι εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου μὴ πιστεύετέ μοι εἰ δὲ ποιῶ καὶ ἄν ἐμοὶ μὴ πιστεύητε τοῖς ἔργοις πιστεύετε ἵνα γνῶτε καὶ γινώσκητε ὅτι ἐν ἐμοὶ πατὴρ καὶ ἐγώ ἐν τῷ πατρί Ἐζήτουν οὖν αὐτὸν πιάσαι καὶ ἐξῆλθεν ἐκ τῆς χειρὸς αὐτῶν Καὶ ἀπῆλθεν πάλιν πέραν τοῦ Ἰορδάνου εἰς τὸν τόπον ὅπου ἦν Ἰωάννης τὸ πρῶτον βαπτίζων καὶ ἔμεινεν ἐκεῖ
Read in context →