Seba.Health

John 10:17–24

Jesus to none · divine
John 10:17–24
διὰ τοῦτό με πατὴρ ἀγαπᾷ ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου ἵνα πάλιν λάβω αὐτήν οὐδεὶς αἴρει αὐτὴν ἀπ’ ἐμοῦ ἀλλ’ ἐγὼ τίθημι αὐτὴν ἀπ’ ἐμαυτοῦ ἐξουσίαν ἔχω θεῖναι αὐτήν καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου σχίσμα πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους ἔλεγον οὖν πολλοὶ ἐξ αὐτῶν δαιμόνιον ἔχει καὶ μαίνεται τί αὐτοῦ ἀκούετε ἄλλοι ἔλεγον ταῦτα τὰ ῥήματα οὐκ ἔστιν δαιμονιζομένου μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοῖξαι Ἐγένετο δὲ τὰ ἐνκαίνια ἐν τοῖς Ἱεροσολύμοις χειμὼν ἦν καὶ περιεπάτει Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ Σολομῶνος ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἔλεγον αὐτῷ ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις εἰ σὺ εἶ Χριστός εἰπὸν ἡμῖν παρρησίᾳ
Read in context →