Jesus to none · divine
John 1:25–32
καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὐδὲ Ἡλείας οὐδὲ ὁ προφήτης
ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων ἐγὼ βαπτίζω ἐν ὕδατι μέσος ὑμῶν στήκει ὃν ὑμεῖς οὐκ οἴδατε
ὁ ὀπίσω μου ἐρχόμενος οὗ οὐκ εἰμὶ ἐγὼ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος
ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου ὅπου ἦν ὁ Ἰωάννης βαπτίζων
Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν καὶ λέγει ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου
οὗτός ἐστιν ὑπὲρ οὗ ἐγὼ εἶπον ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν ὅτι πρῶτός μου ἦν
καὶ ἐγώ οὐκ ᾔδειν αὐτόν ἀλλ’ ἵνα φανερωθῇ τῷ Ἰσραήλ διὰ τοῦτο ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων
καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ καὶ ἔμεινεν ἐπ’ αὐτόν