Acts 4:33–37
καὶ δυνάμει μεγάλῃ ἀπεδίδουν τὸ μαρτύριον οἱ ἀπόστολοι τῆς ἀναστάσεως Ἰησοῦ Χριστοῦ τοῦ κυρίου χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς
οὐδὲ γὰρ ἐνδεής τις ἦν ἐν αὐτοῖς ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων
καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων διεδίδετο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν
Ἰωσὴφ δὲ ὁ ἐπικληθεὶς Βαρναβᾶς ἀπὸ τῶν ἀποστόλων ὅ ἐστιν μεθερμηνευόμενον υἱὸς παρακλήσεως Λευείτης Κύπριος τῷ γένει
ὑπάρχοντος αὐτῷ ἀγροῦ πωλήσας ἤνεγκεν τὸ χρῆμα καὶ ἔθηκεν πρὸς τοὺς πόδας τῶν ἀποστόλων