Seba.Health

Acts 12:17–24

Acts 12:17–24
κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾶν διηγήσατο πῶς κύριος αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς εἶπέν τε ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον γενομένης δὲ ἡμέρας ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις τί ἄρα Πέτρος ἐγένετο Ἡρώδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρών ἀνακρίνας τοὺς φύλακας ἐκέλευσεν ἀπαχθῆναι καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Καισάριαν διέτριβεν ἦν δὲ θυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις ὁμοθυμαδὸν δὲ παρῆσαν πρὸς αὐτόν καὶ πείσαντες Βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως ᾐτοῦντο εἰρήνην διὰ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς τακτῇ δὲ ἡμέρᾳ Ἡρῴδης ἐνδυσάμενος ἐσθῆτα βασιλικὴν καθίσας ἐπὶ τοῦ βήματος ἐδημηγόρει πρὸς αὐτούς δὲ δῆμος ἐπεφώνει θεοῦ φωνὴ καὶ οὐκ ἀνθρώπου παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος κυρίου ἀνθ’ ὧν οὐκ ἔδωκεν τὴν δόξαν τῷ θεῷ καὶ γενόμενος σκωληκόβρωτος ἐξέψυξεν δὲ λόγος τοῦ θεοῦ ηὔξανεν καὶ ἐπληθύνετο
Read in context →