Jesus to none · divine
2 Corinthians 13:9–13
χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν ὑμεῖς δὲ δυνατοὶ ἦτε τοῦτο καὶ εὐχόμεθα τὴν ὑμῶν κατάρτισιν
διὰ τοῦτο ταῦτα ἀπὼν γράφω ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι κατὰ τὴν ἐξουσίαν ἣν ὁ κύριος ἔδωκέν μοι εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν
Λοιπόν ἀδελφοί χαίρετε καταρτίζεσθε παρακαλεῖσθε τὸ αὐτὸ φρονεῖτε εἰρηνεύετε καὶ ὁ θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθ’ ὑμῶν
ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες
Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος μετὰ πάντων ὑμῶν