Seba.Health

2 Corinthians 11:17–24

2 Corinthians 11:17–24
λαλῶ οὐ κατὰ κύριον λαλῶ ἀλλ’ ὡς ἐν ἀφροσύνῃ ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως ἐπεὶ πολλοὶ καυχῶνται κατὰ σάρκα καὶ ἐγώ καυχήσομαι ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων φρόνιμοι ὄντες ἀνέχεσθε γὰρ εἴ τις ὑμᾶς καταδουλοῖ εἴ τις κατεσθίει εἴ τις λαμβάνει εἴ τις ἐπαίρεται εἴ τις εἰς πρόσωπον ὑμᾶς δέρει κατὰ ἀτιμίαν λέγω ὡς ὅτι ἡμεῖς ἠσθενήκαμεν ἐν δ’ ἄν τις τολμᾷ ἐν ἀφροσύνῃ λέγω τολμῶ καὶ ἐγώ Ἑβραῖοί εἰσιν καὶ ἐγώ Ἰσραηλεῖταί εἰσιν καὶ ἐγώ σπέρμα Ἀβραάμ εἰσιν καὶ ἐγώ διάκονοι Χριστοῦ εἰσιν παραφρονῶν λαλῶ ὑπὲρ ἐγώ ἐν κόποις περισσοτέρως ἐν πληγαῖς περισσοτέρως ἐν φυλακαῖς ὑπερβαλλόντως ἐν θανάτοις πολλάκις ὑπὸ Ἰουδαίων πεντάκις τεσσεράκοντα παρὰ μίαν ἔλαβον
Read in context →