1 Timothy 5:1–8
Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς ἀλλὰ παρακάλει ὡς πατέρα νεωτέρους ὡς ἀδελφούς
πρεσβυτέρας ὡς μητέρας νεωτέρας ὡς ἀδελφὰς ἐν πάσῃ ἁγνείᾳ
Χήρας τίμα τὰς ὄντως χήρας
εἰ δέ τις χήρα τέκνα ἢ ἔκγονα ἔχει μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις τοῦτο γάρ ἐστιν ἀπόδεκτον ἐνώπιον τοῦ θεοῦ
ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ θεὸν καὶ προσμένει ταῖς δεήσεσιν καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας
ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκεν
καὶ ταῦτα παράγγελλε ἵνα ἀνεπίλημπτοι ὦσιν
εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα οἰκείων οὐ προνοεῖται τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων