1 Corinthians 6:1–8
Τολμᾷ τις ὑμῶν πρᾶγμα ἔχων πρὸς τὸν ἕτερον κρίνεσθαι ἐπὶ τῶν ἀδίκων καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων
ἢ οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρινοῦσιν καὶ εἰ ἐν ὑμῖν κρίνεται ὁ κόσμος ἀνάξιοί ἐστε κριτηρίων ἐλαχίστων
οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν μήτιγε βιωτικά
βιωτικὰ μὲν οὖν κριτήρια ἐὰν ἔχητε τοὺς ἐξουθενημένους ἐν τῇ ἐκκλησίᾳ τούτους καθίζετε
πρὸς ἐντροπὴν ὑμῖν λέγω οὕτως οὐκ ἔνι ἐν ὑμῖν οὐδεὶς σοφὸς ὃς δυνήσεται διακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ
ἀλλὰ ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται καὶ τοῦτο ἐπὶ ἀπίστων
ἤδη μὲν ὅλως ἥττημα ὑμῖν ἐστίν ὅτι κρίματα ἔχετε μεθ’ ἑαυτῶν διά τί οὐχὶ μᾶλλον ἀδικεῖσθε διά τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε
ἀλλὰ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε καὶ τοῦτο ἀδελφούς