Seba.Health

1 Corinthians 16:9–16

1 Corinthians 16:9–16
θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής καὶ ἀντικείμενοι πολλοί Ἐὰν δὲ ἔλθῃ Τιμόθεος βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς καὶ ἐγώ μή τις οὖν αὐτὸν ἐξουθενήσῃ προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ ἵνα ἔλθῃ πρός με ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν Περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ Γρηγορεῖτε στήκετε ἐν τῇ πίστει ἀνδρίζεσθε κραταιοῦσθε πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω Παρακαλῶ δὲ ὑμᾶς ἀδελφοί οἴδατε τὴν οἰκίαν Στεφανᾶ ὅτι ἔστιν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι
Read in context →