1 Corinthians 15:17–24
εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται ματαία ἡ πίστις ὑμῶν ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν
ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο
εἰ ἐν τῇ ζωῇ ταύτῃ ἐν Χριστῷ ἠλπικότες ἐσμὲν μόνον ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν
Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν ἀπαρχὴ τῶν κεκοιμημένων
ἐπειδὴ γὰρ δι’ ἀνθρώπου θάνατος καὶ δι’ ἀνθρώπου ἀνάστασις νεκρῶν
ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζῳοποιηθήσονται
ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι ἀπαρχὴ Χριστός ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ
εἶτα τὸ τέλος ὅταν παραδιδοῖ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν