Seba.Health

1 Corinthians 10:17–24

1 Corinthians 10:17–24
ὅτι εἷς ἄρτος ἓν σῶμα οἱ πολλοί ἐσμεν οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα οὐχ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν τί οὖν φημί ὅτι εἰδωλόθυτόν τί ἐστιν ὅτι εἴδωλόν τί ἐστιν ἀλλ’ ὅτι θύουσιν δαιμονίοις καὶ οὐ θεῷ θύουσιν οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι οὐ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον δαιμονίων οὐ δύνασθε τραπέζης κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων παραζηλοῦμεν τὸν κύριον μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν Πάντα ἔξεστιν ἀλλ’ οὐ πάντα συμφέρει πάντα ἔξεστιν ἀλλ’ οὐ πάντα οἰκοδομεῖ μηδεὶς τὸ ἑαυτοῦ ζητείτω ἀλλὰ τὸ τοῦ ἑτέρου
Read in context →