Shield of Heracles 73–84
ἔτλη θνητὸς ἐὼν κατεναντίον ὁρμηθῆναι
πλήν γʼ Ἡρακλῆος καὶ κυδαλίμου Ἰολάου;
κείνων γὰρ μεγάλη τε βίη καὶ χεῖρες ἄαπτοι
ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.
ὅς ῥα τόθʼ ἡνίοχον προσέφη κρατερὸν Ἰόλαον·
ἥρως ὦ Ἰόλαε, βροτῶν πολὺ φίλτατε πάντων,
ἦ τε μέγʼ ἀθανάτους μάκαρας, τοὶ Ὄλυμπον ἔχουσιν,
ἤλιτεν Ἀμφιτρύων, ὅτʼ ἐυστέφανον ποτὶ Θήβην
ἦλθε λιπὼν Τίρυνθα, ἐυκτίμενον πτολίεθρον,
κτείνας Ἠλεκτρύωνα βοῶν ἕνεκʼ εὐρυμετώπων·
ἵκετο δʼ ἐς Κρείοντα καὶ Ἠνιόχην τανύπεπλον,
οἵ ῥά μιν ἠσπάζοντο καὶ ἄρμενα πάντα παρεῖχον,