Seba.Health

Shield of Heracles 386–397

Shield of Heracles 386–397
οἷος δʼ ἐν βήσσῃς ὄρεος χαλεπὸς προϊδέσθαι κάπρος χαυλιόδων φρονέει θυμῷ μαχέσασθαι ἀνδράσι θηρευτῇς, θήγει δέ τε λευκὸν ὀδόντα δοχμωθείς, ἀφρὸς δὲ περὶ στόμα μαστιχόωντι λείβεται, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἔικτον, ὀρθὰς δʼ ἐν λοφιῇ φρίσσει τρίχας ἀμφί τε δειρήν· τῷ ἴκελος Διὸς υἱὸς ἀφʼ ἱππείου θόρε δίφρου. ἦμος δὲ χλοερῷ κυανόπτερος ἠχέτα τέττιξ ὄζῳ ἐφεζόμενος θέρος ἀνθρώποισιν ἀείδειν ἄρχεται, τε πόσις καὶ βρῶσις θῆλυς ἐέρση, καί τε πανημέριός τε καὶ ἠώιος χέει αὐδὴν ἴδει ἐν αἰνοτάτῳ, ὅτε τε χρόα Σείριος ἄζει,
Read in context →