Seba.Health

Shield of Heracles 362–373

Shield of Heracles 362–373
τρὶς μὲν ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἠρείσατο γαίῃ οὐταμένου σάκεος, τὸ δὲ τέτρατον ἤλασα μηρὸν παντὶ μένει σπεύδων, διὰ δὲ μέγα σαρκὸς ἄραξα. πρηνὴς δʼ ἐν κονίῃσι χαμαὶ πέσεν ἔγχεος ὁρμῇ. ἔνθα κε δὴ λωβητὸς ἐν ἀθανάτοισιν ἐτύχθη χερσὶν ὕφʼ ἡμετέρῃσι λιπὼν ἔναρα βροτόεντα. ὣς ἔφατʼ· οὐδʼ ἄρα Κύκνος ἐυμμελίης ἐμενοίνα τῷ ἐπιπειθόμενος ἐχέμεν ἐρυσάρματας ἵππους. δὴ τότʼ ἀπʼ εὐπλεκέων δίφρων θόρον αἶψʼ ἐπὶ γαῖαν παῖς τε Διὸς μεγάλου καὶ Ἐνυαλίοιο ἄνακτος. ἡνίοχοι δʼ ἔμπλην ἔλασαν καλλίτριχας ἵππους· τῶν δʼ ὕπο σευομένων κανάχιζε πόσʼ εὐρεῖα χθών.
Read in context →