Seba.Health

Shield of Heracles 338–349

Shield of Heracles 338–349
ὣς εἰποῦσʼ ἐς δίφρον ἐβήσατο δῖα θεάων, νίκην ἀθανάτῃς χερσὶν καὶ κῦδος ἔχουσα, ἐσσυμένως. τότε δή ῥα διόγνητος Ἰόλαος σμερδαλέον ἵπποισιν ἐκέκλετο· τοὶ δʼ ὑπʼ ὀμοκλῆς ῥίμφʼ ἔφερον θοὸν ἅρμα κονίοντες πεδίοιο. ἐν γάρ σφιν μένος ἧκε θεὰ γλαυκῶπις Ἀθήνη αἰγίδʼ ἀνασσείσασα· περιστονάχησε δὲ γαῖα. τοὶ δʼ ἄμυδις προγένοντʼ ἴκελοι πυρὶ ἠὲ θυέλλῃ, Κύκνος θʼ ἱππόδαμος καὶ Ἄρης ἀκόρητος ἀυτῆς. τῶν ἵπποι μὲν ἔπειθʼ ὑπεναντίοι ἀλλήλοισιν ὀξεῖα χρέμισαν, περὶ δέ σφισιν ἄγνυτο ἠχώ. τὸν πρότερος προσέειπε βίη Ἡρακληείη·
Read in context →