Seba.Health

Shield of Heracles 314–325

Shield of Heracles 314–325
ἀμφὶ δʼ ἴτυν ῥέεν Ὠκεανὸς πλήθοντι ἐοικώς, πᾶν δὲ συνεῖχε σάκος πολυδαίδαλον, οἳ δὲ κατʼ αὐτὸν κύκνοι ἀερσιπόται μεγάλʼ ἤπυον, οἵ ῥά τε πολλοὶ νῆχον ἐπʼ ἄκρον ὕδωρ· παρὰ δʼ ἰχθύες ἐκλονέοντο. θαῦμα ἰδεῖν καὶ Ζηνὶ βαρυκτύπῳ, οὗ διὰ βουλὰς Ἥφαιστος ποίησε σάκος μέγα τε στιβαρόν τε, ἀρσάμενος παλάμῃσι. τὸ μὲν Διὸς ἄλκιμος υἱὸς πάλλεν ἐπικρατέως· ἐπὶ δʼ ἱππείου θόρε δίφρου, εἴκελος ἀστεροπῇ πατρὸς Διὸς αἰγιόχοιο, κοῦφα βιβάς· τῷ δʼ ἡνίοχος κρατερὸς Ἰόλαος δίφρου ἐπεμβεβαὼς ἰθύνετο καμπύλον ἅρμα. ἀγχίμολον δέ σφʼ ἦλθε θεὰ γλαυκῶπις Ἀθήνη,
Read in context →