Seba.Health

Shield of Heracles 241–252

Shield of Heracles 241–252
πολλοὶ μὲν κέατο, πλέονες δʼ ἔτι δῆριν ἔχοντες μάρνανθʼ· αἱ δὲ γυναῖκες ἐυδμήτων ἐπὶ πύργων χαλκέων ὀξὺ βόων, κατὰ δʼ ἐδρύπτοντο παρειάς, ζωῇσιν ἴκελαι, ἔργα κλυτοῦ Ἡφαίστοιο. ἄνδρες δʼ, οἳ πρεσβῆες ἔσαν γῆράς τε μέμαρπεν, ἀθρόοι ἔκτοσθεν πυλέων ἔσαν, ἂν δὲ θεοῖσι χεῖρας ἔχον μακάρεσσι, περὶ σφετέροισι τέκεσσι δειδιότες· τοὶ δʼ αὖτε μάχην ἔχον. αἳ δὲ μετʼ αὐτοὺς Κῆρες κυάνεαι, λευκοὺς ἀραβεῦσαι ὀδόντας, δεινωπαὶ βλοσυραί τε δαφοιναί τʼ ἄπληταί τε δῆριν ἔχον περὶ πιπτόντων· πᾶσαι δʼ ἄρʼ ἵεντο αἷμα μέλαν πιέειν· ὃν δὲ πρῶτον μεμάποιεν
Read in context →