Shield of Heracles 229–240
Περσεὺς Δαναΐδης ἐτιταίνετο. ταὶ δὲ μετʼ αὐτὸν
Γοργόνες ἄπλητοί τε καὶ οὐ φαταὶ ἐρρώοντο
ἱέμεναι μαπέειν. ἐπὶ δὲ χλωροῦ ἀδάμαντος
βαινουσέων ἰάχεσκε σάκος μεγάλῳ ὀρυμαγδῷ
ὀξέα καὶ λιγέως· ἐπὶ δὲ ζώνῃσι δράκοντε
δοιὼ ἀπῃωρεῦντʼ ἐπικυρτώοντε κάρηνα.
λίχμαζον δʼ ἄρα τώ γε· μένει δʼ ἐχάρασσον ὀδόντας
ἄγρια δερκομένω. ἐπὶ δὲ δεινοῖσι καρήνοις
Γοργείοις ἐδονεῖτο μέγας Φόβος. οἳ δʼ ὑπὲρ αὐτέων
ἄνδρες ἐμαρνάσθην πολεμήια τεύχεʼ ἔχοντες,
τοὶ μὲν ὑπὲρ σφετέρης πόλιος σφετέρων τε τοκήων
λοιγὸν ἀμύνοντες, τοὶ δὲ πραθέειν μεμαῶτες.